Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.289 Joseph. AJ 14.295 (English) >>Joseph. AJ 14.299

14.292οἱ δʼ ἐπεξελθόντες καὶ πλησίον τῆς πόλεως αὐτῷ περιτυχόντες ἐπὶ τοῦ αἰγιαλοῦ κατακεντοῦσι τὸν ἄνδρα. Ὑρκανὸς μὲν οὖν ὑπʼ ἐκπλήξεως τοῦ γεγονότος εἰς ἀφωνίαν ἐτράπη, μόλις δʼ ἀνενεγκὼν ἐπυνθάνετο τῶν περὶ Ἡρώδην, τι ποτε εἴη τὸ γεγενημένον καὶ τίς Μάλιχον ἀνῃρηκώς. 14.293εἰπόντων δὲ Κάσσιον τοῦτο προστάξαι, ἐπῄνεσεν τὸ ἔργον, πονηρὸν γὰρ εἶναι πάνυ καὶ τῆς πατρίδος ἐπίβουλον. καὶ Μάλιχος μὲν ταύτην ὑπὲρ τῆς εἰς Ἀντίπατρον παρανομίας δίκην ἐξέτισεν. 14.294

Κασσίου δʼ ἐκ Συρίας ἀπάραντος ταραχὴ γίνεται κατὰ τὴν Ἰουδαίαν· Ἔλιξ γὰρ ὑπολειφθεὶς ἐν Ἱεροσολύμοις μετὰ στρατιᾶς ὥρμησεν ἐπὶ Φασάηλον τε δῆμος ἔνοπλος ἦν. 14.295Ἡρώδης δὲ παρὰ Φάβιον ἐπορεύετο ἐν Δαμασκῷ στρατηγοῦντα, καὶ βουλόμενος προσδραμεῖν πρὸς τὸν ἀδελφὸν ὑπὸ νόσου κωλύεται, ἕως οὗ Φασάηλος διʼ αὐτοῦ κρείττων Ἔλικος γενόμενος κατακλείει μὲν αὐτὸν εἰς πύργον, εἶτα δὲ ὑπόσπονδον ἀφίησιν, τόν τε Ὑρκανὸν ἐμέμφετο πολλὰ μὲν εὖ παθόντα ὑπʼ αὐτῶν συμπράττοντα δὲ τοῖς ἐχθροῖς. 14.296 γὰρ ἀδελφὸς Μαλίχου τότε ἀποστήσας οὐκ ὀλίγα χωρία ἐφρούρει καὶ Μάσαδαν τὸ πάντων ἐρυμνότατον. ἐπὶ μὲν οὖν τοῦτον ῥαΐσας Ἡρώδης ἐκ τῆς νόσου παραγίνεται καὶ ἀφελόμενος αὐτοῦ πάντα ὅσα εἶχεν χωρία ὑπόσπονδον ἀπέλυσεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.289 Joseph. AJ 14.295 (English) >>Joseph. AJ 14.299

Powered by PhiloLogic